Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.40 Joseph. BJ 7.45 (English) >>Joseph. BJ 7.51

7.43

Τὸ γὰρ Ἰουδαίων γένος πολὺ μὲν κατὰ πᾶσαν τὴν οἰκουμένην παρέσπαρται τοῖς ἐπιχωρίοις, πλεῖστον δὲ τῇ Συρίᾳ κατὰ τὴν γειτνίασιν ἀναμεμιγμένον ἐξαιρέτως ἐπὶ τῆς Ἀντιοχείας ἦν πολὺ διὰ τὸ τῆς πόλεως μέγεθος· μάλιστα δʼ αὐτοῖς ἀδεᾶ τὴν ἐκεῖ κατοίκησιν οἱ μετʼ Ἀντίοχον βασιλεῖς παρέσχον· 7.44Ἀντίοχος μὲν γὰρ κληθεὶς Ἐπιφανὴς Ἱεροσόλυμα πορθήσας τὸν νεὼν ἐσύλησεν, οἱ δὲ μετʼ αὐτὸν τὴν βασιλείαν παραλαβόντες τῶν ἀναθημάτων ὅσα χαλκᾶ πεποίητο πάντα τοῖς ἐπʼ Ἀντιοχείας Ἰουδαίοις ἀπέδοσαν εἰς τὴν συναγωγὴν αὐτῶν ἀναθέντες, καὶ συνεχώρησαν αὐτοῖς ἐξ ἴσου τῆς πόλεως τοῖς Ἕλλησι μετέχειν. 7.45τὸν αὐτὸν δὲ τρόπον καὶ τῶν μετὰ ταῦτα βασιλέων αὐτοῖς προσφερομένων εἴς τε πλῆθος ἐπέδωκαν καὶ τῇ κατασκευῇ καὶ τῇ πολυτελείᾳ τῶν ἀναθημάτων τὸ ἱερὸν ἐξελάμπρυναν, ἀεί τε προσαγόμενοι ταῖς θρησκείαις πολὺ πλῆθος Ἑλλήνων, κἀκείνους τρόπῳ τινὶ μοῖραν αὐτῶν πεποίηντο. 7.46καθʼ ὃν δὲ καιρὸν πόλεμος ἀνακεκήρυκτο, νεωστὶ δʼ εἰς τὴν Συρίαν Οὐεσπασιανὸς καταπεπλεύκει, τὸ δὲ κατὰ τῶν Ἰουδαίων παρὰ πᾶσιν ἤκμαζε μῖσος, 7.47τότε δή τις Ἀντίοχος εἷς ἐξ αὐτῶν τὰ μάλιστα διὰ τὸν πατέρα τιμώμενος, ἦν γὰρ ἄρχων τῶν ἐπʼ Ἀντιοχείας Ἰουδαίων, τοῦ δήμου τῶν Ἀντιοχέων ἐκκλησιάζοντος εἰς τὸ θέατρον παρελθὼν τόν τε πατέρα τὸν αὐτοῦ καὶ τοὺς ἄλλους ἐνεδείκνυτο κατηγορῶν, ὅτι νυκτὶ μιᾷ καταπρῆσαι τὴν πόλιν ἅπασαν διεγνώκεισαν, καὶ παρεδίδου ξένους Ἰουδαίους τινὰς ὡς κεκοινωνηκότας τῶν βεβουλευμένων.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.40 Joseph. BJ 7.45 (English) >>Joseph. BJ 7.51

Powered by PhiloLogic